Πέμπτη, 31 Ιανουαρίου 2013

ΕΑΡΙΝΟ ΑΓΝΩΣΤΟ ΚΕΙΜΕΝΟ ΓΙΑ ΕΞΑΣΚΗΣΗ

 Θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι φασὶ μὲν
ἐπ’ ἀρετὴν ἄγειν οἱ πολλοὶ τοὺς νέους, ἄγουσι δ’ ἐπὶ
τοὐναντίον· οὔτε γὰρ [ἂν] ἄνδρα που ἑωράκαμεν ὅντιν’ οἱ
νῦν σοφισταὶ ἀγαθὸν ἐποίησαν, οὔτε γράμματα παρέχονται
ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι, ἀλλὰ περὶ μὲν τῶν ματαίων
πολλὰ αὐτοῖς γέγραπται, ἀφ’ ὧν τοῖς νέοις αἱ μὲν ἡδοναὶ
κεναί, ἀρετὴ δ’ οὐκ ἔνι· διατρίβειν δ’ ἄλλως παρέχει τοῖς
ἐλπίσασί τι ἐξ αὐτῶν μαθήσεσθαι [μάτην] καὶ ἑτέρων κωλύει
χρησίμων καὶ διδάσκει κακά. \ μέμφομαι οὖν αὐτοῖς τὰ μὲν
μεγάλα μειζόνως· περὶ δὲ ὧν γράφουσιν, ὅτι τὰ μὲν ῥήματα
αὐτοῖς ἐζήτηται, γνῶμαι δὲ ὀρθῶς ἔχουσαι, αἷς ἂν παι-
δεύοιντο οἱ νεώτεροι ἐπ’ ἀρετήν, οὐδαμοῦ.               

                                                                       Ξενοφώντος Κυνηγετικός 13-14


Να μεταφραστεί το παραπάνω απόσπασμα

Share this

0 Comment to "ΕΑΡΙΝΟ ΑΓΝΩΣΤΟ ΚΕΙΜΕΝΟ ΓΙΑ ΕΞΑΣΚΗΣΗ "

Δημοσίευση σχολίου