[1.1] Οἶδα μὲν ὅτι τῆς Ἀγησιλάου ἀρετῆς τε καὶ δόξης οὐ
ῥᾴδιον ἄξιον ἔπαινον γράψαι, ὅμως δ’ ἐγχειρητέον. οὐ
γὰρ ἂν καλῶς ἔχοι εἰ ὅτι τελέως ἀνὴρ ἀγαθὸς ἐγένετο, διὰ
τοῦτο οὐδὲ μειόνων ἂν τυγχάνοι ἐπαίνων. [1.2] περὶ μὲν οὖν
εὐγενείας αὐτοῦ τί ἄν τις μεῖζον καὶ κάλλιον εἰπεῖν ἔχοι
ἢ ὅτι ἔτι καὶ νῦν τοῖς προγόνοις ὀνομαζομένοις ἀπομνη-
μονεύεται ὁπόστος ἀφ’ Ἡρακλέους ἐγένετο, καὶ τούτοις οὐκ
ἰδιώταις ἀλλ’ ἐκ βασιλέων βασιλεῦσιν; [1.3] ἀλλὰ μὴν οὐδὲ
ταύτῃ γ’ ἄν τις ἔχοι καταμέμψασθαι αὐτοὺς ὡς βασιλεύουσι
μέν, πόλεως δὲ τῆς ἐπιτυχούσης· ἀλλ’ ὥσπερ τὸ γένος
αὐτῶν τῆς πατρίδος ἐντιμότατον, οὕτω καὶ ἡ πόλις ἐν τῇ
Ἑλλάδι ἐνδοξοτάτη· ὥστε οὐ δευτέρων πρωτεύουσιν, ἀλλ’
ἡγεμόνων ἡγεμονεύουσιν.
Να μεταφραστεί το κείμενο

0 Comment to "Aγνωστο Φεβρουαρίου"
Δημοσίευση σχολίου